Με την ευκαιρία των εορτών των Χριστουγέννων και του νέου έτους, η Α.Μ. ο Αρχιεπίσκοπος Κύπρου κ.κ. Χρυσόστομος απέστειλε προς την Α.Ε. τον Πρόεδρο της Ελληνικής Δημοκρατίας κ. Κάρολο Παπούλια και προς την Α.Ε. τον Πρωθυπουργό της Ελλάδας κ. Αντώνη Σαμαρά τις ακόλουθες ευχετήριες επιστολές, αντίστοιχα:
1. «Αὐτοῦ Ἐξοχότητα
Πρόεδρον τῆς Ἑλληνικῆς Δημοκρατίας,
Κύριον Κάρολον Παπούλιαν,
Προεδρικὸν Μέγαρον,
Ἀθήνας.
Ἐξοχώτατε καὶ ἀγαπητὲ κ. Πρόεδρε,
Συγχαίροντες τῇ Ὑμετέρᾳ ἀγαπητῇ Ἐξοχότητι ἐπὶ τῷ ὑπερφυεῖ καὶ κοσμοσωτηρίῳ γεγονότι τῆς θείας Ἐνσαρκώσεως, εὐχόμεθα Ὑμῖν πᾶσαν ἀπὸ τοῦ νηπιάσαντος Θεοῦ δωρεὰν καὶ ἀγαθωσύνην.
Πανηγυρίζοντες τὴν μεγάλην ταύτην ἑορτὴν τῆς Γεννήσεως τοῦ Χριστοῦ Σωτῆρος, πορευθῶμεν νοερῶς μέχρι τοῦ ἐν Βηθλεὲμ σπηλαίου, ἵνα δεχθῶμεν ἐν ταῖς καρδίαις ἡμῶν, κεκαθαρμέναις παθῶν καὶ μικροτήτων, τὸν δι’ ἡμᾶς νηπιάσαντα Θεόν. Ἀτενίζοντες πρὸς τὸ ἀνέσπερον φῶς τοῦ σπηλαίου τῆς Γεννήσεως, ἀντλήσωμεν ἐξ αὐτοῦ χαρὰν καὶ παρηγορίαν ἐν ταῖς θλίψεσιν, θάρρος καὶ ἐλπίδα ἐν ταῖς τρικυμίαις τῆς ζωῆς, προσωπικῆς καὶ ἐθνικῆς.
Ὁ ἐπὶ μακρὸν ἀγωνιζόμενος Κυπριακὸς λαὸς διὰ τὴν ὁλοκλήρωσιν τῆς ἐλευθερίας αὐτοῦ διέρχεται ἡμέρας πονηρὰς καὶ στιγμὰς κρισίμους. Οὐ πτοεῖται, οὐδὲ δειλιᾷ, ἀλλὰ συνεχίζει καρτερικῶς τὴν ἱστορικὴν αὐτοῦ πορείαν, ἀντλῶν δύναμιν καὶ καρτερίαν ὑπὸ τοῦ φωτὸς τῆς Γεννήσεως.
Ἐπὶ δὲ τῷ νέῳ σωτηρίῳ ἐνιαυτῷ, ὁλοθύμως εὐχόμεθα τοῦτον μεστὸν οὐρανίων ἀγαθῶν καὶ εἰρηνικὸν τῷ εὐσεβεῖ ἡμῶν Ἔθνει καὶ παντὶ τῷ κόσμῳ.
Μετὰ πολλῆς τῆς ἀγάπης
†Ο ΚΥΠΡΟΥ ΧΡΥΣΟΣΤΟΜΟΣ».
****************************************************************
2. «Αὐτοῦ Ἐξοχότητα
Πρωθυπουργὸν τῆς Ἑλλάδος
Κύριον Ἀντώνη Σαμαρᾶ,
Μέγαρον Μαξίμου,
Ἀθήνας.
Ἐξοχώτατε καὶ ἀγαπητὲ κ. Πρωθυπουργέ,
Ἐπὶ τῇ μεγάλῃ ἑορτῇ τῆς γεννήσεως τοῦ Σωτῆρος Χριστοῦ ἀπευθύνομεν τῇ Ὑμετέρᾳ ἀγαπητῇ Ἐξοχότητι τὰς ἐγκαρδίους ἡμῶν συγχαρητηρίους εὐχὰς καὶ ἐπικαλούμεθα ἐφ’ Ὑμᾶς πλουσίας καὶ ἀπαύστους τὰς εὐλογίας καὶ τὰς δωρεὰς τοῦ θεανθρώπου Λυτρωτοῦ.
Ὡς Κυπριακὸς Ἑλληνισμὸς ὑπέστημεν πολλὰ δεινὰ καὶ ἐδοκιμάσαμεν μακροχρονίους ταλαιπωρίας, ἀλλ’ οὐδέποτε ἀπωλέσαμεν τὸ θάρρος ἡμῶν καὶ οὐδέποτε ἐλιγοψυχήσαμεν. Συνεχίζομεν καρτερικῶς τὴν ἱστορικὴν ἡμῶν πορείαν ἔχοντες τὴν ἀκράδαντον πίστιν διὰ τὴν κατίσχυσιν τοῦ δικαίου καὶ στερρὰν τὴν πεποίθησιν, ὅτι τὸ μήνυμα τῶν Χριστουγέννων, μήνυμα εἰρήνης καὶ δικαιοσύνης, θὰ εὕρῃ καὶ εἰς τὴν περίπτωσιν τῆς μαρτυρικῆς ἡμῶν νήσου πλήρη πραγματοποίησιν.
Νέου σωτηρίου ἐνιαυτοῦ, μετ’ οὐ πολλὰς ἡμέρας, ἀνατέλλοντος, ὁλοθύμως εὐχόμεθα, ὅπως ὁ Κύριος τῶν χρόνων καὶ ἄρχων τῶν αἰώνων δωρήσηται τοῦτον μεστὸν οὐρανίων εὐλογιῶν, εἰρηνικὸν τῷ Ἑλληνικῷ ἡμῶν Ἔθνει καὶ σύμπαντι τῷ κόσμῳ.
Μετ’ εὐχῶν ἐγκαρδίων
†Ο ΚΥΠΡΟΥ ΧΡΥΣΟΣΤΟΜΟΣ».
Ιερά Αρχιεπισκοπή Κύπρου,
25 Δεκεμβρίου 2014.