Με την ευκαιρία των εορτών των Χριστουγέννων και του νέου έτους, η Α.Μ. ο Αρχιεπίσκοπος Κύπρου κ.κ. Χρυσόστομος απέστειλε προς την Α.Ε. τον Πρόεδρο της Κυπριακής Δημοκρατίας κ. Νίκο Αναστασιάδη την ακόλουθη ευχετήρι επιστολή.
«Αὐτοῦ Ἐξοχότητα
Πρόεδρον τῆς Κυπριακῆς Δημοκρατίας,
Κύριον Νῖκον Ἀναστασιάδην,
Προεδρικὸν Μέγαρον,
1400 Λευκωσία.
Ἐξοχώτατε καὶ ἀγαπητὲ κ. Πρόεδρε,
Πανηγυρίζοντες τὴν κοσμοσωτήριον ἑορτὴν τῆς Γεννήσεως τοῦ Χριστοῦ Σωτῆρος, ὁλοθύμως συγχαίρομεν τῇ Ὑμετέρᾳ ἀγαπητῇ Ἐξοχότητι ἐπί τῇ χαρμοσύνῳ ταύτῃ ἑορτῇ καὶ δεόμεθα τοῦ θεανθρώπου Λυτρωτοῦ διὰ τὴν ταχεῖαν ἀποκατάστασιν τῆς πολυτίμου ὑγιείας Αὐτῆς, ἐπ’ ἀγαθῷ τοῦ Κυπριακοῦ λαοῦ.
Εὐχαριστοῦντες θερμῶς τὸν ἐνανθρωπήσαντα Θεὸν διὰ τὴν περὶ σωτηρίας τοῦ ἀνθρώπου πρόνοιαν, ἱκετεύσωμεν ὅλῃ ψυχῇ τὸ θεῖον Αὐτοῦ ἔλεος, ἵνα ἐπισπεύσῃ τὸ τέλος τῶν δεινῶν ἡμῶν, ἐπιβραβεύων καὶ τῇ πολυπαθεῖ ἡμῶν Νήσῳ δικαιοσύνην καὶ ἐλευθερίαν. Διερχόμεθα κρισίμους ἡμέρας ἐθνικῆς ταλαιπωρίας, οὐ μὴ φοβηθῶμεν, μηδὲ ταραχθῶμεν ὑπό τῶν ἀντιξοοτήτων. Ὑπὸ τὸ φῶς τοῦ ἐξαγγείλαντος τὴν Γέννησιν τοῦ Χριστοῦ ἀστέρος βαδίσωμεν σταθερῶς τὴν ἄγουσαν πρὸς τὴν ἐθνικὴν σωτηρίαν ὁδόν.
Εἰς νέον δ’ εἰσερχόμενοι μετά τινας ἡμέρας σωτήριον ἔτος, ὁλοψύχως εὐχόμεθα, ὅπως ὁ Κύριος τῶν χρόνων καὶ ἄρχων τῶν αἰώνων εὐλογήσῃ τὸν στέφανον τοῦ ἀνατέλλοντος νέου ἐνιαυτοῦ καὶ χαρίσηται τοῦτον τῷ εὐσεβεῖ ἡμῶν Ἔθνει καὶ τῇ ἰδιαιτέρᾳ ἡμῶν πατρίδι αἴσιον καὶ εὐτυχῆ, πλήρη θείων εὐλογιῶν ἐν παντί.
Μετὰ θερμῶν εὐχῶν καὶ πολλῆς ἀγάπης
†Ο ΚΥΠΡΟΥ ΧΡΥΣΟΣΤΟΜΟΣ».
Ιερά Αρχιεπισκοπή Κύπρου,
25 Δεκεμβρίου 2014.